Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.20 | Dem. 45.23 (English) | >>Dem. 45.25 |
45.21εἰ μὲν γὰρ ἐπῆν ἐπὶ τῆς διαθήκης “Πασίωνος καὶ Φορμίωνος ”, ἢ “πρὸς Φορμίωνα ”, ἢ τοιοῦτό τι , εἰκότως ἂν αὐτὴν ἐτήρει τούτῳ · εἰ δέ , ὥσπερ μεμαρτύρηκεν , ἐπῆν “διαθήκη Πασίωνος ”, πῶς οὐκ ἂν ἀνῃρήμην αὐτὴν ἐγώ , συνειδὼς μὲν ἐμαυτῷ μέλλοντι δικάζεσθαι , συνειδὼς δʼ ὑπεναντίαν οὖσαν , εἴπερ ἦν τοιαύτη , τοῖς ἐμαυτῷ συμφέρουσιν , κληρονόμος δʼ ὢν καὶ ταύτης , εἴπερ ἦν τοὐμοῦ πατρός , καὶ τῶν ἄλλων <τῶν > πατρῴων ὁμοίως ;
45.22οὐκοῦν τῷ παρέχεσθαι μὲν Φορμίωνι , γεγράφθαι δὲ Πασίωνος , εἰᾶσθαι δʼ ὑφʼ ἡμῶν , ἐξελέγχεται κατεσκευασμένη μὲν ἡ διαθήκη , ψευδὴς δʼ ἡ τοῦ Κηφισοφῶντος μαρτυρία . ἀλλʼ ἐῶ Κηφισοφῶντα · οὔτε γὰρ νῦν μοι πρὸς ἐκεῖνόν ἐστιν οὔτʼ ἐμαρτύρησεν ἐκεῖνος περὶ τῶν ἐν ταῖς διαθήκαις ἐνόντων οὐδέν .
45.23καίτοι καὶ τοῦτο σκοπεῖτε , ὅσον ἐστὶ τεκμήριον , ὦ ἄνδρες Ἀθηναῖοι , τοῦ τούτους τὰ ψευδῆ μεμαρτυρηκέναι . εἰ γὰρ ὁ μὲν αὐτὸς ἔχειν τὸ γραμματεῖον μαρτυρῶν οὐκ ἐτόλμησεν ἀντίγραφʼ εἶναι ἃ παρείχετο Φορμίων τῶν παρʼ αὑτῷ μαρτυρῆσαι , οὗτοι δʼ οὔτʼ ἐξ ἀρχῆς ὡς παρῆσαν ἔχοιεν ἂν εἰπεῖν , οὔτʼ ἀνοιχθὲν εἶδον πρὸς τῷ διαιτητῇ τὸ γραμματεῖον , ἀλλὰ καὶ μεμαρτυρήκασιν αὐτοὶ μὴ ʼθέλειν ἔμʼ ἀνοίγειν , ταῦθʼ ὡς ἀντίγραφʼ ἐστὶν ἐκείνων μεμαρτυρηκότες τί ἄλλʼ ἢ σφῶν αὐτῶν κατήγοροι γεγόνασιν ὅτι ψεύδονται ;
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.20 | Dem. 45.23 (English) | >>Dem. 45.25 |